Ancient Greek
SB 18 13293
Documentary Papyri, SB 18 13293
Not analysed yet
Ἀρείῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Θεμίστου μερίδος παρὰ Τασεῖτος Μύστου τοῦ Ἰσῶτος ἀπὸ κώμης Σεντρεμπαεὶ μετὰ κυρίου τοῦ συνγενοῦς Ὡρίωνος τοῦ Κάστορος. ὑπάρχει μοι ἐν κώμῃ Θεαδελφείᾳ οἰκία καὶ αὐλὴ ἐν ᾗ κατοικῶ καὶ ἐν ἑτέρῳ τόπῳ τέταρτον μέρος οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς ἃς καὶ ἀπογράφομαι εἰς τὴν τοῦ διεληλυθότος κγ ἔτους θεοῦ Αἰλίου Ἀντωνίνου κατʼ οἰκίαν ἀπογραφήν. καί εἰμι Τασεῖς ἡ προγεγραμμένη ἐτῶν μδ ἄσημος. διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν. Ὡρίων ὁ προγεγραμμένος ἐπιδέδωκα. ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ, Ἐπεὶφ …