Ancient Greek
SB 18 13588
Documentary Papyri, SB 18 13588
Not analysed yet
κυρίᾳ μου μητρὶ Ταῗβι Εὐμόλπιος χαίρειν. πολλάκις σε μετεπεμψάμην καὶ οὐκ ἐβουλήθης ἐλθεῖν πρὸς ἐμέ, καὶ ταῦτα ὅτε ἤκουσας τὰ ὄντα. ἔγνων οὖν ἐγὼ ὅτι οὐκέτι μου ἐπιστρέφῃ εἰ ζῶ ἢ ἀπέθανα. καὶ ἂν νῦν πάντα ὑπερθεμένη ἀπάντησον πρός με αὐτῆς ὥρας ἀναγκαίας χρείας πάνυ ἕνεκεν. πέμψον δὲ πρὸς Τύραννον τὸν χαλκέα, ἵνα ἀποστείλῃ μοι τὸν λύχνον μου. ἢ ἀποστείλῃ ἢ αὐτὸς ἔλθῃ. εἰ δὲ μὴ δώσῃ, μὴ ἀναγκάσῃς αὐτόν· ποιῶ γὰρ αὐτὸν καὶ μὴ θέλοντα ἐλθεῖν. ἀλλα οὖν μὴ ἀμελησῃς ἐλθὲ πρὸς ἐμὲ ἐν τῇ σήμερον. φέρε δὲ καὶ Παῦλον σὺν σοί. ἐρρῶσθαί σε εὔχομαι.