Ancient Greek
SB 18 13589
Documentary Papyri, SB 18 13589
Not analysed yet
τῷ δεσπότῃ μου υἱῷ Θεοδώρῳ Ἑρμῖνος χαίρειν. πέπεισμαι μέν, κύριε τέκνον, ὅτι εὐχή σου ἦν ὑγιαίνειν με, ὡς καὶ ἐγὼ περὶ σοῦ εὔχομαι. καὶ οἶδες ἀσφαλῶς πῶς διάκειμαι πρὸς τὴν σὴν εὐγένειαν ἐπεὶ οὖν συνέβη με ἀρρωστεῖν παρʼ εὐχὴν ἐπιδημήσαντα τῇ Σεμβίχει, ἡ σὴ δὲ διάθεσις μετεπέμψατο Σαραπίωνα τὸν ἰατρόν, ἀναγκαῖόν σοι ἐνόμισα δεηθῆναι τῆς χρηστότητός σου ὅτι χρεία ἐστὶν αὐτοῦ ἐπιμελεῖται γάρ μου σφόδρα καὶ ὅτι ἐρχόμενος φέρω αὐτὸν πρὸς σέ, κύριε τέκνον. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κύριέ μου τέκνον ἀδιάβλητε. ……τὰ γράμματα Ἑρμῖνον …ἀπόστειλον εἰς τὴν πόλιν …χαρίου. ἔρρωσο. ἔρρωσο.