Ancient Greek
SB 18 13590
Documentary Papyri, SB 18 13590
Not analysed yet
Δίδυμος καὶ Γ… Ἡρακλήωι τῶι φιλτάτωι χαίρειν. ἥδιστά σου κομιζομένοις τὰ γράμματα μὴ ὄκνει συνεχέστερον ἐπιστέλλειν, πρὸ μὲν πάντων περὶ τῆς σῆς ὑγιείας, ἔπειτα περὶ ὧν χρῄζεις ἐντεῦθεν. τοῦτὸ γὰρ ποιῶν συνεχῶς ἡμᾶς εὐφρανεῖς. ὅτι μέλει σοι περὶ τῆς ἐντολῆς ἡμῶν πεπείσμεθα κατὰ τὸ ἴσον ἑκάτερος ἡμῶν. ἀσπάζου Χαιρήμονα τὸν φίλον, ᾧ οὐκ ἀπεστάλκαμεν στοχαζόμενοι αὐτὸν μὴ εἶναι κατὰ πόλιν ἀλλʼ ἐν ἀγρῷ διὰ τὰς τρύγας. ἀσπάζου τοὺς σοὺς πάντας καὶ τοὺς φίλους. ἀσπάζετό σε Τούρβων καὶ Ἀμάραντος καὶ τὰ παιδία. Ἡρακλήωι φίλωι παρὰ Διδύμου καὶ Γ…