Ancient Greek
SB 18 13763
Documentary Papyri, SB 18 13763
Not analysed yet
…μεν μ…α …σπονδῇ βουλόμεθα …α… δράγματα σταχύων νόμους …β πυροῦ ἀρτάβας γ αἳ συναγόμεναι πυροῦ ἀρτάβαι κδ ἐκ ὧν …α…ς εἰς λόγον οὗ προνοοῦμεν Ἰσιήου ἀναλίσκομεν …τ τοῦ ὄντος ἐν Κυνῶν πόλει εἰς θυσίας τοῖς θ…εμοις ἐπὶ τοῦ ἐκεῖ βωμοῦ ἑκάστης ἡμέρας σεμιδάλεως χοίνικα α αἳ συναγόμεναι τοῦ ἐνιαυτοῦ πυροῦ ἀρτάβαι θ η καὶ εἰς λυχναψίαν τοῦ αὐτοῦ ἱεροῦ ἑκάστης ἡμέρας ἐλαίου κοτύλης ἥμισυ αἳ τοῦ ἐνιαυτοῦ κοτύλαι ρπβ 𐅵γίνονται ἀργυρίου δραχμαὶ ρη αἳ πυροῦ ἀρτάβαι κβ 𐅵η καὶ …πυροῦ ἀρτάβη α δ ἡ κα…ρουσα τοῖς ἐν τῷ ἱερῷ ἁγνεύουσι παστοφόροις εἰς διατροφὴν καὶ ὀμνύομεν τὴν Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ τύχην ἀληθῆ εἶναι τὰ προδεδηλωμένα καὶ μηδὲν διεψεῦσθαι ἢ ἔνοχοι εἶμεν τῷ ὅρκῳ. ἔτους ιε Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Θὼθ κγ.