Ancient Greek
SB 18 13764
Documentary Papyri, SB 18 13764
Not analysed yet
…τῆς …μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἔτους …Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς …ἐν …τῆς …μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογοῦσι …φρεως τοῦ Σοχώτου ὡς ἐτῶν νδ …καὶ …θεοῦ μεγάλου μεγάλου καὶ τῶν συννάων θεῶν τῆς πέμπτης φυλῆς Σαραπιάδι ……μετὰ κυρίου …ὡς ἐτῶν κη κεκομμένον δάκτυλον πρὸς τὸν χειρόγραφον τόδε …παρακεχωρηκέναι αὐτῇ εἰς μετεπιγραφὴν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὰς ὑπαρχούσας αὐτοῖς …καὶ ἀγοραστὰς κατὰ χειρόγραφον γεγονὸς διὰ τοῦ ἐν τῇ μητροπόλει γραφείου τῷ ιβ ἔτει Φαῶφι περὶ κώμην …τῆς …μερίδος τοῦ Ἀρσινοίτου νομοῦ πρότερον …κλήρου κατοικικοῦ ἀρούρας τρεῖς καὶ ἐπιβολῆς κώμης ἄρουραν …καὶ …τῷ …ἔτει Φαρμοῦθι πρότερον …ης τῆς Πασ…νου Ἀπίωνος ἐν ἐπ…ς κλήρου κατοικικοῦ ἀρούρας τέσσαρας νῦν δὲ οὔσας θεοῦ μεγάλου μεγάλου καὶ τῶν συννάων θεῶν πάντων ἐπὶ τοῖς οὖσι αὐτῶν ὁρίοις καὶ εἰσόδοις καὶ ἐξόδοις καὶ ποτίστραις καὶ ἐκχύσεσι καὶ τοῖς ἄλλοις δικαίοις πᾶσι ὧν γείτονες καθὼς κατὰ τοὺς ὁμολογοῦντας αἱ παραχωρήσις περιέχουσι τῶν μὲν ἀρουρῶν τριῶν καὶ τῆς ἐπιβολῆς νότου …βορρᾶ …ἀνὰ μέσον ὄντος ὑδραγωγοῦ λιβὸς πρότερον Ἀφροδισίου κλῆρος ἀπηλιώτου Πτολλαρίωνος κλῆρος ἀνὰ μέσον οὔσης ποτίστρας …τῶν δὲ ἀρουρῶν τεσσάρων νότου διῶρυξ βορρᾶ χέρσος ἐν ᾗ σποράδιοι φοίνικες ἀνὰ μέσον ὄντος …λιβὸς ……ἐδάφη ἀπηλιώτου Διονυσίου κλῆρος ἀνὰ μέσον οὔσης τῆς διώρυχος διʼ ἧς αἱ παρακεχωρημέναι ἄρουραι ποτίζονται …κυρίας δὲ εἶναι καὶ τὰς διὰ τῶν καταλοχισμῶν οἰκονομίας καὶ ἀπέχειν τοὺς ὁμολογοῦντας παρὰ Σαραπιάδος τὸ ἑσταμένον τῶν παρακεχωρημένων καθὼς πρόκειται ἀρουρῶν παραχωρητικὸν κεφάλαιον τὸν μὲν Πετεσοῦχον ἀργυρίου δραχμὰς χιλίας ἑξακοσίας τὸν δὲ …ἀργυρίου δραχμὰς διὰ τῆς …πλησίον τῆς Ἀθηνᾶς κολλυβιστικῆς τραπέζης καὶ βεβαιώσειν αὐτούς τε τοὺς ὁμολογοῦντας Πετεσοῦχον καὶ …καὶ τοὺς παρʼ αὐτῶν Σαραπιάδι καὶ τοῖς παρʼ αὐτῆς τὰς κατὰ τὰ προγεγραμμένα ὅρια καὶ γείτονας παρακεχωρημένας ἀρούρας πάσῃ βεβαιώσει ἃς καὶ παρέξονται ἀνεπάφους καὶ ἀνενεχυράστους καὶ ἀνεπιδανείστους καὶ καθαρὰς ἀπὸ μὲν δημοσίων τελεσμάτων πάντων ἀρταβιῶν καὶ ναυβίων καὶ ἀριθμητικῶν καὶ ἐπιγραφῶν καὶ παραγραφῶν πασῶν καὶ κατακριμάτων …καὶ ἀπὸ ἐπιβολῆς κώμης ὁ δὲ Πετεσοῦχος καὶ ἀπὸ πάσης ἐπιβολῆς κώμης ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ διεληλυθότος …ἔτους καὶ αὐτοῦ τοῦ …ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καὶ μηδένα κωλύοντα Σαραπιάδα μηδὲ τοὺς παρʼ αὐτῆς κυριεύοντας τῶν παρακεχωρημένων αὐτῇ ὡς πρόκειται ἐπὶ τὸ αὐτὸ ἀρουρῶν ἑπτὰ …καὶ τὰ ἐξ αὐτῶν περιγενόμενα ἀποφερομένους καὶ …καὶ ταῖς ἄλλαις χρήσεσι χρωμένους κατὰ τὴν ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν συνήθειαν καὶ ὡς διὰ δημοσίων βιβλίων δηλοῦται καὶ πρὸς τὰ προκείμενα μὴ ἐπελεύσεσθαι τοὺς ὁμολογοῦντας μηδὲ ἐγκαλέσειν μηδὲ ἀμφιβητήσειν, ὅτι δʼ ἂν παραβῶσιν ἀποτεισάτωσαν ἐπιτιμίαν τῇ Σαραπιάδι ὅ τε εἴληφαν παρʼ αὐτῆς παραχωρητικὸν κεφάλαιον μεθʼ ἡμιολίας καὶ τὰ βλάβη καὶ δαπανήματα διπλᾶ καὶ εἰς τὸ δημόσιον τὰς ἴσας χωρὶς τοῦ μένειν κύρια καὶ τὰ προκείμενα καὶ αἳ γεγονυῖαι διὰ τῶν καταλοχισμῶν οἰκονομίαι ἐπὶ τὸν ἅπαντα χρόνον.