Ancient Greek
SB 18 13878
Documentary Papyri, SB 18 13878
Not analysed yet
ἔτους η Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Μεγίστων Παῦνι …· διέγραψεν Οὐαλερίῳ Μαρκιανῷ καὶ μετόχοις πράκτορσιν ἀργυρικῶν Φιλαδελφείας Διδύμη Μένωνος διὰ Καισίου ἀριθμητικοῦ κατοίκων τοῦ αὐτοῦ ἔτους δραχμὰς δεκαὲξ ὀβολὸν ἡμιωβέλιον προσδιαγραφομένων δραχμὴν μίαν χαλκοῦς 2 συμβολικὸν καὶ εἰς Λούκιον Οὐαλέριον Οὐάλεντα ὁμοίως ἀριθμητικοῦ κατοίκων δραχμὰς δεκαὲξ ὀβολὸν ἡμιωβέλιον προσδιαγραφομένων δραχμὴν μίαν χαλκοῦς 2 συμβολικὸν καὶ εἰς Κολλεῦθιν ἀνθʼ οὗ Ἀπολλωνοῦς Θηβαίου ὁμοίως ἀριθμητικοῦ κατοίκων δραχμὰς δεκαὲξ ὀβολὸν ἡμιωβέλιον προσδιαγραφομένων δραχμὴν μίαν χαλκοῦς 2 συμβολικὸν …διώβολον εἰς Λούκιον Οὐαλέριον Κορβούλωνα διὰ …ναυβίου κατοίκων τοῦ αὐτοῦ ἔτους δραχμὰς πέντε προσδιαγραφομένων τριώβολον κολλύβου ἡμιωβέλιον συμβολικόν. ἔτους τεσσαρεσκαιδεκάτου Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Φαρμοῦθι θ διέγραψεν Ἀντωνίῳ καὶ μετόχοις πράκτορσιν ἀργυρικῶν Φιλαδελφείας Λούκιος Οὐαλέριος Κορβούλων ναυβίου ιδ ἔτους ῥυπαρὰς δραχμὰς ϛ. ἔτους α Αὐτοκράτορος Καίσαρος Γαίου Ἀουιδίου Κασσίου Παχὼν ια. διέγραψεν Ἀντωνίῳ Κορνηλιανῷ καὶ μετόχοις πράκτορσιν ἀργυρικῶν Φιλαδελφείας Λούκιος Οὐαλέριος Κορβούλων ναυβίου α ἔτους δραχμὰς πέντε προσδιαγραφομένων τριώβολον κολλύβου ἡμιωβέλιον συμβολικόν ιζ ἔτους Φαρμοῦθι κθ ὁμοίως ὁ αὐτὸς ναυβίου ιζ ἔτους ῥυπαρὰς δραχμὰς τρεῖς