Ancient Greek
SB 18 13879
Documentary Papyri, SB 18 13879
Not analysed yet
πράκτορσιν ἀργυρικῶν Φιλαδελφείας ἔτους ἑκκαιδεκάτου Αὐρηλίου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Παχὼν ι. διέγραψεν Ἀντωνίῳ Κορνηλιανῷ καὶ μετόχοις πράκτορσιν ἀργυρικῶν Φιλαδελφείας Διδύμη Μένωνος διὰ Καισίου ναυβίου ιϛ ἔτους δραχμὰς τρεῖς γίνονται δραχμαὶ γ, ἀριθμητικοῦ δραχμὰς δεκαοκτώ, γίνονται δραχμαὶ ιη, καὶ εἰς Κελλεῦθιν ἀνθʼ οὗ Ἀπολλωνοῦς Θηβαίου ὁμοίως ἀριθμητικοῦ δραχμὰς ἐννέα, γίνονται δραχμαὶ θ, γίνονται ῥυπαραὶ δραχμαὶ λ.