Ancient Greek
SB 18 13881
Documentary Papyri, SB 18 13881
Not analysed yet
Κλέωνι ἀρχιτέκτονι χαίρειν οἱ δεκάταρχοι τῶν λατόμων ἀπὸ τῆς ἐγβατηρίας. ἀδικούμεθα ὑπὸ Ἀπολλωνίου τοῦ ἐργοδιώκτου. ἐμβαλὼν ἡμᾶς εἰς τὴν στερεὰν πέτραν οὐ διελόμενος ἡμῖν πρὸς τοὺς λοιπούς, τὴν δὲ μαλακὴν τοῖς παρʼ αὐτοῦ παρέδειξεν. νυνὶ δὲ ἀπολλύμεθα εἰσαναλίσκοντες σιδήρου στόμωμα. δεόμεθά σου, ἵνα τοῦ δικαίου τύχωμεν, ἀναμετρήσας ἡμῖν ὧι πλείω τετμήκαμες τὴν στερεὰν πέτραν ἵνα ἐπανατεθῆι εἰς τοὺς ρμ λατόμους, ἵνα μὴ ἡμεῖς θλιβώμεθα καὶ πᾶσιν ἀνατεθῆι. εὐτύχει ἔτους λ Φαῶφι κδ Κλέωνι. οἱ δεκατοκύριοι οἱ ἀπὸ τῆς ἐγβατηρίας.