Ancient Greek
SB 16 12260
Documentary Papyri, SB 18 13882
Not analysed yet
ὑπατείας Φλαουίου Εὐσταθίου καὶ Ἀγρικόλα τῶν λαμπροτάτων, Χοιὰκ κδ ἡ λαμπροτάτη ἐργασία τῶν χρυσοχόων τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως διʼ ἡμῶν τῶν ἑξῆς ὑπογραφόντων Αὐρηλίῳ Χαιρήμονι Σερήνου ἀπὸ τῆς αὐτῆς πόλεως τῆς αὐτῆς ἐργασίας χαίρειν· τῆς ὀνομασίας χάριν τοῦ ἐκ τῆς ἡμῶν ἐργασίας ζητουμένου διοικητοῦ τοῦ χρυσαργύρου τῆς πέμπτης ἰνδικτίονος …σσχεθε…ες σὲ τὸν Χαιρήμονα ἐπιλεξάμενοι μᾶλλον δὲ προτρεψάμενοί σοι ἐνετείλαμεν καὶ κατεπιστεύσαμεν ποιῆσαι τὴν διοίκησιν, ἡμῶν ἐπαγγειλαμένων πάντα τὰ …προφάσει ταύτης τῆς διοικήσεως γιγνόμενα ἀναλώματα εἴτε ἐπὶ τόπων εἴτε ἐν τῇ τάξει ἡμᾶς ἐπιγνῶναι καὶ καταβαλεῖν διὸ καὶ τὴν ἔγγραφον ταύτην ἀσφάλειαν ἐθέμεθά σοι καὶ ὁμολογοῦμεν τοῖς παντοίοις ἀναλώμασιν ζητουμένοις εἰς τὴν ἡμῶν διοίκησιν …