Ancient Greek
SB 18 13885
Documentary Papyri, SB 18 13885
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλίου τοῦ λαμπροτάτου Θὼθ δωδεκάτῃ ἑνδεκάτης ἰνδικτίωνος ἐν Ἀρσινόῃ. Αὐρήλιος ἄπα Σωῖς υἱὸς ἄπα Ὅλ ἀπὸ κώμης Δικαίου τοῦ Ἀρσινοίτου νομοῦ Αὐρηλίῳ Ἰωάννῃ υἱῷ Παύλου τέκτονι ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως χαίρειν. ὁμολογῶ μεμισθῶσθαι παρὰ σοῦ τὰς διαφερούσας σοι ἐν πεδίῳ Ψαβαθῶτι πρὸς τοῖς προαστίοις τῆσδε τῆς πόλεως ἐν τόπῳ κλήρου καλουμένου Ἰστωπονάχβων ἀρούρας δύο πλέον ἔλαττον ἀρούρας β πλέον ἔλαττον μετὰ παντὸς αὐτῶν τοῦ δικαίου ἐπὶ χρόνον ὅσον βούλει ἀπὸ καρπῶν τῆς εἰσιούσης δωδεκάτης ἰνδικτίονος καὶ αὐτῆς καὶ ἐκ τῶν περιγιγνομένων ἐξ αὐτῶν καρπῶν ἐνιαυσίως ἀπὸ τῶν ὀσπρέων διαφέρειν σοὶ τῷ γεούχῳ, μέρη δύο καὶ μοὶ μέρος ἕν ,ἀπὸ δὲ τοῦ χόρτου μέρη πέντε καὶ μοὶ μέρος ἕν ,καὶ ἐπάναγκες ἐπιτελέσω τὰ πρὸς τὴν αὐτῶν καλλιεργίαν ἔργα πάντα ἀκαταγνώστως, τῶν δὲ παντοίων τετραπόδων καὶ προχρείας σπερμάτων ὁρώντων πρὸς σὲ τὸν γεοῦχον καὶ ὑπεξαιρεῖσθαί σε ἐνιαυσίως ἐκ τῆς κοινότητος τὰ σπέρματα καὶ τὸν μισθὸν τοῦ ἁλωισμοῦ καὶ δραγματηγίας, δώσω δέ σοι λόγῳ συνηθείας ἐνιαυσίως τυροὺς εὐαρέστους εἴκοσι πέντε καὶ γάλακτος τετιλμένου τέσσαρα . ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος ἄπα Σωεῖς υἱὸς ἄπα Ὅλ ὁ προκίμενος μεμεισθ…μεν τὰς προγεγραμένας ἀρούρας καὶ ποιήσω καὶ δώσω καὶ πληρώσω πάντα ὡς πρόκιται. Αὐρήλιος Ἠλίας Παύλου ἔγραψα ὑπὲρ αὐτοῦ παρόντος ἀγραμμάτου ὄντος . di emu Panufiu esemioth20e διʼ ἐμοῦ Πανουφίου σημει μίσθωσις ἀρουρῶν β πλέον ἔλαττον ἐν πεδίῳ Ψαβαθῶτι ὑπὸ Αὐρηλίου ἄπα Σωεῖτος πρὸς Αὐρήλιον Ἰωάννην υἱὸν Παύλου .