Ancient Greek
SB 18 13884
Documentary Papyri, SB 18 13884
Not analysed yet
……χρείας ἕνεκεν παρεῖναι …ρον ὀπτίονας λέγομεν δὴ …ς γὰρ δεδιδάγμεθα παρὰ τῶν ἀποκρισιαρίων τοῦ αὐτοῦ καταλόγου τὴν τοῦ ὀπτίονος ἀδικοῦντος χρείαν· εἰ δὲ καὶ αὐτοὶ οἱ ὀπτίονες νομίζουσιν χρείαν εἶναι τῆς κατὰ τὴν Ἀντινοέων παρουσίας ἄλλων τινῶν προσώπων τοῦ ἀριθμοῦ, δεήσει καὶ ἐκείνους σὺν αὐτοῖς πεμφθῆναι ἐνταῦθα τοῦ μὴ αἰτίας ἑτέρας ἐπιτεθῆναι τῷ πράγματι τῶν ἀφωρισμένων αὐτοῖς ἀννωνικῶν ἄρτων. ἅμα οὖν τῇ τῶν γραμμάτων λήμψει αὐτίκα ἡ σὴ λαμπρότης παρασκευάσῃ τοὺς μνημονευθέντας Θεόδωρον καὶ Ἰωάννην μετὰ καὶ ὧν νομίζουσιν χρείαν ἔχειν ἄλλων προσώπων ἐκ τοῦ κατʼ αὐτοὺς ἀριθμοῦ γενέσθαι πρὸς ἡμᾶς· εἰ γὰρ ὑπερθῶνται, μέλλουσιν αὐτοί τε καὶ ὅλος ὁ αὐτῶν γενναῖος κατάλογος τὰ μέγιστα βλαβῆναι. ἰδοὺ δὲ καὶ πρὸς τοὺς πρίορας τοῦ αὐτῶν ἀριθμοῦ γεγραφήκαμεν ἵνα παραχρῆμα αὐτοὺς ἐκπέμψωσιν ἐνταῦθα καὶ μὴ ἐπιδέξωνται κίνδυνον καθʼ ἑαυτῶν ἐκ τοῦ παραμελεῖν τῶν ἡμετέρων ἐπὶ τοῦτο κελεύσεων, τοὺς δὲ προονομασθέντας ὀπτίονας ὑπὸ ἐγγύας ἀσφαλεῖς ἐνταῦθα παραπεμφθῆναι παρασκεύασον, ἵνα μὴ διὰ τὴν αὐτῶν πρόφασιν εὑρεθῇ τὸ δημόσιον βλαπτόμενον καὶ ἐκ τούτου οὗτος ὁ ἀριθμὸς αὐτῶν εἰς πράγματα περιπέσῃ.