Ancient Greek
SB 18 13956
Documentary Papyri, SB 18 13956
Not analysed yet
…τῷ καὶ …καὶ …τῷ καὶ Νίννῳ γεγυμνασιαρχηκόσιν ἐπικριταῖς παρὰ Ταμύσθας τῆς …τοῦ Ἀχιλλέως μητρὸς Ταμύσθας τῆς …ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένης ἐπʼ ἀμφόδου Βουταφίου μετὰ κυρίου …Ἀσκληπιάδου. τοῦ γεγονότος μοι ἐκ τοῦ γενομένου μου καὶ τετελευτηκότος ἀνδρὸς Ἀσκληπιάδου Σώτου τοῦ καὶ Τρύφωνος τοῦ …μητρὸς …τῆς Διδᾶτος ἀπὸ τῆς μητροπόλεως …ἀναγραφομένου ἐπʼ ἀμφόδου …υἱοῦ προσβεβηκότος εἰς τρεισκαιδεκαετεῖς τῷ ἐνεστῶτι …ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου καὶ ὀφείλοντος ὑφʼ ὑμῶν ἐπικριθῆναι κατὰ τὰ κελευσθέντα, ὑπέταξα τὰ ἀμφοτέρων ἡμῶν δίκαια. ὁ μὲν οὖν πατὴρ αὐτοῦ Ἀσκληπιάδης Σώτου τοῦ καὶ Τρύφωνος τοῦ …ἀπεγράψατο τῇ τοῦ β ἔτους καὶ τοῦ ιϛ ἔτους θεοῦ Ἁδριανοῦ κατʼ οἰκίαν ἀπογραφῇ ἐπʼ ἀμφόδου …συναναγραψάμενος καὶ τῇ τοῦ …ἔτους κατʼ οἰκίαν ἀπογραφῇ τὸν ἐπικρινόμενον ἡμῶν υἱὸν …,τοῦ πατρὸς προαναγεγραμμένου ἐπʼ ἀμφόδου …,ἐγὼ δὲ Ταμύσθα ἀπεγραψάμην τῇ τοῦ …ἔτους καὶ τοῦ …ἔτους …κατʼ οἰκίαν ἀπογραφῇ ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου …ου μου υ…ο…