Ancient Greek
SB 18 13958
Documentary Papyri, SB 18 13958
Not analysed yet
…Σαραπίων ὁ καὶ Ὡριγένης στρατηγὸς Ἡρακλεοπολίτου …καὶ τοῖς σὺν αὐτῷ συντιμηταῖς κτημάτων καὶ …γενομένῳ πρὸς τελωνικὰς μισθώσεις τοῖς νομοῦ ἐπιτηροῦσι χαίρειν· τοῦ ἐπισταλέντος μοι ὑπὸ τῶν τοῦ νομοῦ βιβλιοφυλάκων ἐγκτήσεων ἐπιστάλματος περὶ τῶν ἐνγεγραμμένων ἐνκτήσεων Ἀρτεμιδώρου ὑπὸ τῶν πρὸς τελωνικὰς μισθώσεις τὰ διʼ αὐτῶν δηλούμενα ἐξηγουμένου τὸ ἴσον ὑμῖν ἐπιστέλλεται ὅπως τῷ ὑμῶν αὐτῶν κινδύνῳ τοῦτο ἐξητασμένοι ἀκριβέστατα δηλώσατε πρὸς τὸ τὰ ἀκόλουθα γενέσθαι. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. ἔτους β Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος Σεβαστοῦ …Ἡρακλάμμων γυμνασιαρχήσας βιβλιοφύλαξ ἐνκτήσεων Ἡρακλεοπολίτου Σαραπίωνι τῷ καὶ Ὡριγένει στρατηγῶι τοῦ αὐτοῦ νομοῦ χαίρειν· ἐπέστειλας κοινῇ βιβλιοφύλαξι ἐπίσταλμα διʼ οὗ ἐδήλους Ἀγχαροῦν θυγατέρα Ἡρώδου κεκοσμητευκότος μητρὸς Σαροῦτος τῆς καὶ Τ …ἀπὸ Ἡρακλέους πόλεως μετὰ κυρίου τοῦ δοθέντος αὐτῇ κατʼ αἴτησιν ὑπὸ τοῦ προστρατηγήσαντος …Σαραπίωνος ἀπὸ τῆς αὐτῆς πόλεως ἐπιδεδωκέναι σοι βιβλίδιον …ὑπὲρ τοῦ συνόντος αὐτῇ ἀνδρὸς ὄντος καὶ ἀδελφοῦ Ἀρτεμιδώρου Ἡρώδου τοῦ Ἀρτεμιδώρου τοῦ καὶ Ἀδράστου ὡς δὲ καθʼ ὑπηρεσίαν Ἡρακλείου …φθέντος κοινωνοῦ ὑπὸ Τυράννου …ε…ν…ωατ… ὠνῆς ἀρχιπαστοφορίας τοῦ …ἀρούρας δέκα καὶ ὁμοίως …ἀντίγραφον τῆς προγεγραμμένης …ὑπʼ αὐτοῦ πρὸς τὴν μίσθωσιν …τι Ἥρωνι· περὶ μὲν πολλ… ἐκ τοῦ ……υ ἑπτὰ αυ… …φον τοῦ …Θεοδοσίου ……ε διὰ βιβλιδίου δηλ… …ειμεν…νης επ… …κώμη Σιναρ… …υδι τιμῆς ……υ ταλαντ α δραχμ …