Ancient Greek
SB 1 4770
Documentary Papyri, SB 18 13962
Not analysed yet
……ἰνδικτίονος εἰς ἄλλους μῆνας πέντε ἀριθμουμένους ἀπὸ ἕκτης καὶ εἰκάδος τοῦ ὄντος μηνὸς Φαμενὼθ τῆς παρούσης τρίτης ἰνδικτίονος, δεχόμενος παρʼ αὐτῆς τὸν αὐτοῦ μισθόν. εἰ δὲ ἀναχωρήσω πρὸ συμπληρώσεως τῶν αὐτῶν πέντε μηνῶν, ἐπὶ τῷ με ἀναδοῦναι αὐτῇ εἴ τι ἔσχον παρʼ αὐτῆς ὑπὲρ μισθοῦ ὅλου τοῦ ἐνιαυτοῦ …ν …ω…, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Φιλόξενος καμηλίτης υἱὸς τοῦ δεῖνος στοιχεῖ μοι πάντα ὡς πρόκειται. di emu Iustu esemiothe διʼ ἐμοῦ Ἰούστου νοταρίου …Φιλοξένου καμηλίτου τοῦ μακαρίου