Ancient Greek
SB 1 4789
Documentary Papyri, SB 18 13963
Not analysed yet
Αὐρήλιος …φουσκάριος ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως Αὐρηλίῳ …τῳ ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ μεμισθωκέναι σοι ἐμαυτὸν ἐργασάμενον ἀπεριφρονήτως καὶ ἀκαταγνώστως ἐπὶ ἐνιαυτὸν ἕνα ἀπὸ τῆς σήμερον ἥτις ἐστὶν Χοιὰκ …τῆς παρούσης …ἰνδικτίονος, λαβεῖν δέ με κατὰ τὸ ἔθος ἐν τῷ καιρῷ …χρυσοῦ νομισματίου τρίτον, χρυσοῦ νομισματίου γ ἀρίθμιον. εἰ δὲ ἀναχωρήσω πρὸ συμπληρώσεως τοῦ ἐνιαυτοῦ, ὥστε με ἐν διπλῷ παρασχεῖν σοι τὸ αὐτό. Αὐρήλιος ἄπα …σθ τὸ χάρισμα ……διʼ ἐμοῦ …καλου γραμματέως …