Ancient Greek
SB 20 14110
Documentary Papyri, SB 20 14110
Not analysed yet
…χαίρειν. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ τῆς σήμερον ἡμέρας ἥτις ἐστὶν …τετάρτης ἰνδικτίονος ἀπὸ τῶν ὑπαρχόντων ὑμῖν ὁλόκληρον ἐργαστήριον νεῦον ἐπὶ λίβα διακείμενον ἐν τῇ δημοσίᾳ ἀγορᾷ ἐν τῇ λιβικῇ στοᾷ. καὶ τελέσω ὑμῖν ὑπὲρ ἐνοικίου τούτου κατʼ ἔτος χρυσοῦ κεράτια δύο γίνεται χρυσοῦ κεράτια β ὅπερ ἐνοίκιον ἀποδώσω κατʼ ἔτος διʼ ἑξαμήνου. καὶ ὁπόταν βουληθῆτε ἀντιπαραδώσω τὴν νομὴν τοῦ αὐτοῦ ἐργαστηρίου ἀβλαβῆ ὡς καὶ παρέλαβον. κυρία ἡ μίσθωσις ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Ψαῶ ὁ… παρὰ …διάκονος καὶ …μεμίσθωμαι …μίσθωσις …ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως λόγῳ ἐνοικίου χρυσοῦ κεράτια β.