Ancient Greek
SB 20 14111
Documentary Papyri, SB 20 14111
Not analysed yet
…ἀντίγραφον Σουχάμμωνος …ἀντίγραφον δικαιωμάτων ἐπικρίσεως …παρὰ Θερμουθαρίου τῆς Ἀκουσιλάου τοῦ δεῖνος μητρὸς τῆς δεῖνος τῆς δεῖνος θυγατρὸς κατοίκου καὶ παρὰ τοῦ ἑαυτῆς υἱοῦ ὄντος καὶ κυρίου δεῖνος τοῦ δεῖνος τοῦ Ἡρακλείδου κατοίκου. τοῦ γεγονότος μοι τῇ Θερμουθαρίῳ ἐκ τοῦ γενομένου καὶ τετελευτηκότος ἀνδρὸς δεῖνος τοῦ δεῖνος υἱοῦ τοῦ δεῖνος γεννηθέντος τῷ ιη ἔτει θεοῦ Τραιανοῦ καὶ προσβαίνοντος εἰς τοὺς ιδ ἔτη τῷ ἐνεστῶτι ιδ ἔτει Ἁδριανοῦ τοῦ κυρίου καὶ ὀφείλοντος ἐπικριθῆναι, κατὰ τὰ κελευσθέντα ὑπετάξαμεν ἀμφοτέρων ἐμοῦ καὶ τοῦ πατρὸς αὐτοῦ δίκαια. καὶ ὁ μὲν πατὴρ αὐτοῦ δεῖνα τοῦ δεῖνος τοῦ δεῖνος μητρὸς Ἰσιδώρας Ἡρακλείδου τοῦ Τηλέφου ἐπικριθεὶς τῷ …ἔτει θεοῦ Τραιανοῦ ἀπεγράψατο ταῖς κατὰ καιρὸν κατʼ οἰκίαν ἀπογραφαῖς τοῦ β ἔτους Ἁδριανοῦ τοῦ κυρίου ἐπʼ ἀμφόδου Φρεμεὶ συναπογραψάμενος ἐμὲ καὶ τοὺς ἀμφοτέρων υἱοὺς τὸν δεῖνα καὶ τὸν δεῖνα, καὶ τοῦ ϛ ἔτους θεοῦ Τραιανοῦ σὺν ἐμοὶ τῇ γυναικὶ αὐτοῦ καὶ ἀδελφῇ ἀπογραφομ- ἐμαυτὸν συν …προγεγραμμεν- τῇ τοῦ η ἔτους θεοῦ Οὐεσπασιανοῦ κατʼ οἰκίαν ἀπογραφῇ …ἐπʼ ἀμφόδου Διονυσίου τόπων καθὼς καὶ διὰ τῆς …τοῦ ἀμφοτέρων πατρὸς συνηλθ…μ… ἀντίγραφον κατʼ οἰκίαν ἀπογραφῆς Ἱέρακι στρατηγῷ καὶ Τειμαγένει βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ἀκουσιλάου τοῦ καὶ Μυσθαρίωνος. μεθʼ ἕτερα· Ἀκουσίλαος ὁ καὶ Μυσθαρίων τοῦ δεῖνος μητρὸς τῆς δεῖνος κάτοικος ἀπογράφομαι ἐμαυτὸν καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος κγ ἔτους θεοῦ Αἰλίου Ἀντωνίνου κατʼ οἰκίαν ἀπογραφὴν ἐπʼ ἀμφόδου …Ἀκουσίλαον τὸν προγεγραμμένον ἐτῶν …καὶ τὴν ὁμοπάτριον καὶ ὁμομήτριόν μου ἀδελφὴν τὴν δεῖνα οὖσαν καὶ γυναῖκα ἐτῶν …καὶ τὸν ἀμφοτέρων υἱὸν Σαραπίωνα τὸν καὶ Λεοντᾶν ἐτῶν κγ ἄσημον καὶ …ι ἀπάτορα Ἡρωίδα ἀδελφὴν ὁμομήτριον …κατεχωρίσθη πᾶσι ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ. ἄλλης ὁμοίως. Μαξίμῳ τῷ καὶ Νεάρχῳ στρατηγῷ καὶ Ἡρακλείδῃ βασιλικῷ γραμματεῖ παρὰ Θερμουθαρίου τοῦ δεῖνος τοῦ δεῖνος μητρὸς τῆς δεῖνος τῆς τοῦ δεῖνος θυγατρὸς κατοίκου μετὰ κυρίου τοῦ υἱοῦ Μυσθαρίωνος τοῦ δεῖνος. μεθʼ ἕτερα. ἀπογράφομαι ἐμαυτὴν καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος θ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν ἐπʼ ἀμφόδου …Θερμουθάριον ἡ προγεγραμμένη θυγάτηρ κατοίκου ἐτῶν …ἄσημος καὶ τὸν υἱόν μου τὸν δεῖνα τοῦ δεῖνος κάτοικος ἐτῶν κϛ ἄσημος Μυσθαρίων τοῦ καὶ …τὸν καὶ ……ατερα φιλ…