Ancient Greek
SB 20 14118
Documentary Papyri, SB 20 14118
Not analysed yet
κατὰ τὴν χθὲς ἐνεχθέντα τὰ γράμματα τῆς ὑμετέρας πατρικῆς ὁσιότητος γραφέντα πρὸς τὸν περίβλεπτον κόμετα Φίλιππον εἶπον χρῆναι ταῦτα ἀποφέρεσθαι πρὸς τὴν αὐτοῦ μεγαλοπρέπειαν. οἱ δὲ αὐτῆς ἄνθρωποι ὡς ὥρας ἀρίστου γεγενημένης ἀπεχώρησαν πρὸς ὑμᾶς μὴ παραγεγονότες πρὸς τὸν εἰρημένον περίβλεπτον ἄνδρα καὶ ἡ σὴ εὐλάβεια γέγραφέν με μεμφομένη ὡς οὐκ ἤδη ἐνεχθέντων τῶν γραμμάτων καὶ οὐκ ἐχρῆν …την ἁπλῶς …ος ἐνεχθῆναι α…π…εγνω…τ…ειααν τοῦ πράγματος τὴν πρόνοιαν καὶ αὐ… νῦν δὲ οὕτως ἐχόντων ἠξιωμένος τῶν αὐτῆς γραμμάτων καὶ τοῦ πράγματος ἀλλότριος τυγχάνων. διὰ δὲ τὴν κέλευσιν αὐτῆς τούτου λαβόμενος μετεστειλάμην τόν τε ὑμέτερον ἄνθρωπον διὰ τοῦ ὑμετέρου παιδίου καὶ τοὺς προσιη…δ… τῷ περιβλέπτῳ κόμετι διʼ ἐπιστολῆς ἐμῆς πρὸς τῷ δέξασθαι …ου… διδόντος διὰ τῶν ὑμετέρων …τῷ ἐμῷ δεσπότῃ τὰ πάντα θεοσεβεστάτῳ καὶ ὁσιωτάτῳ πατρὶ χμγ