Ancient Greek
SB 20 14119
Documentary Papyri, SB 20 14119
Not analysed yet
ἐδεξάμην τὰ γράμματα τῆς σῆς εὐδοκιμήσεως καὶ θέλω αὐτὴν πρὸ διαφαύματος καταλαβεῖν τὴν πόλιν φέρουσαν καὶ τὰ τοῦ κυρίου Χριστοδώρου τοῦ σιγγουλαρίου πρὸ πάντων καὶ περὶ οὗ εἶπόν σοι ἐνεγκεῖν εἰς λόγον τοῦ φίλου. ἀλλὰ πάντως κατάλαβέ με πρὸ διαφαύματος . ἐπίδος τῷ …Ἀπολλῶτι πρωτοκωμήτῃ …παρὰ Ἰωάννου …