Ancient Greek
SB 20 14285
Documentary Papyri, SB 20 14285
Not analysed yet
ἔτους ἕκτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Νερωνείου Σεβαστοῦ ζ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος ὁμολογοῦσιν ἀλλήλοις Διόσκορος καὶ Ἀπίων καὶ Μηνᾶς καὶ Πέτρι…χος καὶ Σαράλλιον καὶ Ἀθηναροῦς οἱ ἓξ Κώμονος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως, αἱ γυναῖκες ἑκατέρα μετὰ κυρίου Σαράλλιον μὲν τοῦ ἀνδρὸς ἑαυτῆς …αυ…φιο… Ἀθηναροῦς δὲ τοῦ προσήκοντος αὐτῇ Βόξου τοῦ Ἡρακλείδου ἐν ἀγυιᾷ διηιρῆσθαι πρὸς ἑαυτοὺς …τὰ ὑπάρχοντα αὐτοῖς πατρικὰ μέρη τέσσαρα ἀπὸ μερῶν πέντε οἰκιῶν δύο καὶ …καὶ τοῦ προσόντος ἀρχαίου φρουρίου καὶ τὸ ἐπιβάλλον αὐτοῖς μητρικὸν πέμπτον μέρος τῶν οἰκιῶν δύο ,μιᾶς μὲν τετραστέγου καὶ τῆς προσούσης αὐλῆς …ρ…φ… καὶ τοῦ ἐνόντος αἰθρίου ἐν ᾧι ……οἰκίας καὶ τῆς προσούσης αὐλῆς καὶ τῶν εἰς τὰ προκείμενα πατρικὰ καὶ μητρικὰ εἰσόδων καὶ ἐξόδων καὶ τῶν συγκυρόντων κοινῶν καὶ ἀδιαιρέτων τῶν ὄντων ἐν τῇ αὐτῇ πόλει ἐν τῇ τῶν Λυκίων λεγομένηι Παρεμβολῇ καὶ μητρικὴν δούλην Νίκην ὡς ἐτῶν δεκαδύο καὶ τὰ ὑπʼ ἀμφοτέρων τῶν γονέων ἀπολελειμμένα ἔπιπλα καὶ σκεύη, καὶ αὐτόθεν λελογχέναι τὸν μὲν Διόσκορον ἀντὶ τοῦ ἐπιβάλλοντος αὐτῷ μέρους πάντων τῶν προκειμένων ἀπὸ τῶν πατρικῶν μερῶν τεσσάρων ἀπὸ μερῶν ἑπτὰ τῆς οἰκίας καὶ αὐλῆς καὶ τοῦ φρουρίου μέρη …τέσσαρα ἀπὸ μερῶν ἑπτά ,τὸν δὲ προγεγραμμένον ἀδελφὸν Ἀπίωνα ἀντὶ τοῦ καὶ αὐτῷ ἐπιβάλλοντος μέρους πάντων τῶν προκειμένων τὰ ἄλλα μέρη τρία ἀπὸ μερῶν ἑπτὰ τῶν πατρικῶν ὡς πρόκειται μερῶν τῆς οἰκίας καὶ αὐλῆς καὶ τοῦ φρουρίου, τὸν δὲ Μηνᾶν ἀντὶ τοῦ καὶ αὐτῷ ἐπιβάλλοντος μέρους τῶν προκειμένων πάντων ὅλην τὴν δούλην Νίκην σὺν τοῖς ἐσομένοις ἐξ αὐτῆς ἐγγόνοις, τὸν δὲ Πέτριχον ἀντὶ τοῦ καὶ αὐτῷ ἐπιβάλλοντος μέρους πάντων τῶν προκειμένων τὸ μητρικὸν πέμπτον μέρος τῶν δύο οἰκιῶν καὶ τῶν ἐνόντων καὶ προσόντων καθὼς δεδήλωται πάντων πρὸς ᾧ καὶ αὐτὸς ἔχει τούτων ἑτέρῳ μέρει, τὰς δὲ Σαράλλιον καὶ Ἀθηναροῦτα ἀντὶ τοῦ καὶ αὐταῖς ἐπιβάλλοντος μέρους πάντων τῶν προκειμένων κοινῶς ἐξ ἴσου τά τε πατρικὰ καὶ μητρικὰ ἔπιπλα καὶ σκεύη τῆς οἰκίας ἃ αὐτόθεν παρειλήφασι εἰς τὸ ἴδιον, ἀπὸ δὲ τοῦ νῦν κρατεῖν καὶ κυριεύειν ἑκάστου τῶν ὁμολογούντων σὺν ἑαυτοῖς καὶ τοῖς παρʼ αὐτῶν μεταλημψομένοις ὧν λελόγχασι κατὰ τήνδε τὴν διαίρεσιν …ν καὶ χρᾶσθαι καὶ διοικεῖν περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῆται τρόπον, καὶ μηδὲν ἐγκαλεῖν μηδʼ ἐγκαλέσειν μηδʼ ἐπελεύσασθαι τοὺς ὁμολογοῦντας …τοῖς παρʼ αὐτῶν …μήτε περὶ τὸ πλεῖον ἢ ἔλαττον …