Ancient Greek
SB 20 14286
Documentary Papyri, SB 20 14286
Not analysed yet
……Γαίου βασιλικοῦ γραμματέως ἀπὸ γενήματος τοῦ διελθόντος ζ ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ τοῦ κυρίου εἰς τὴν τοῦ ὀγδόου ἔτους κατασπορὰν …ιο ἀπὸ τῆς ……νωι ὡς ἐτῶν ξγ οὐλὴ ……ὃν καὶ γνωρίσατε ἰδίῳ κινδύνῳ, ἃς ᾐτήσατο εἰς ἃς σημαίνουσι Θέων τοπογραμματεὺς …τοπαρχίας καὶ Ἀμμώνιος κωμογραμματεὺς Ψώβθεως γεωργεῖν αὐτὸν πρότερον …,νυνὶ δὲ τοῦ κυρίου ἡμῶν Δομιτιανοῦ Αὐτοκράτορος οὐσίας περὶ Ψῶβθιν …καὶ ἐκ τοῦ Εὐφράνορος κλήρου ἀρουρ- …,ἃς καὶ καταθήσεται εἰς τὴν γῆν ἐπακολουθούντων τοῦ τε τῆς κώμης κωμογραμματέως καὶ τῶν κωμοπρακτόρων, καὶ ἐκ νέων ἀποδώσει τὰς ἴσας ἅμα τοῖς τῆς γῆς δημοσίοις, παρʼ οὗ καὶ λάβετε τὴν καθήκουσαν χειρογραφίαν. ἔτους η Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Χοίακ κβ.