Ancient Greek
SB 20 14300
Documentary Papyri, SB 20 14300
Not analysed yet
…τοῖς ἐσομένοις ὑπάτοις τὸ τέταρτον Παχὼν ιγ. …βιάρχῳ ἴλης τρίτης Ἀστουρίων διακειμένης ἐν …τοῦ Ὀξυρυγχίτου νομοῦ Αὐρήλιος …ὁ καὶ Ἰσίδωρος ἐκ πατρὸς Σαραπίωνος τοῦ Η… …βουλευτὴς τῆς λαμπρᾶς Ἀντινοέων πόλεως· ὁμολογῶ …κατὰ τὴν ἐμαυτὴν ἰδιόγραφον ὁμολογίαν πεπρακέναι σοι καὶ παρακεχωρηκέναι ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον τὸ ὑπάρχον μοι κεραμεῖον ὁλόκληρον ἐν κώμῃ Σ… …τοῦ …πάγου τοῦ αὐτοῦ Ὀξυρυγχίτου σὺν τοῖς τοῦ κεραμείου χρηστηρίοις καὶ ἀνήκουσιν, καθὼς ἡ νυνὶ διάθεσις ἐπὶ ταῖς οὔσαις γειτνίαις τε καὶ τοποθεσίαις, τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης ἀργυρίου σεβαστοῦ νομίσματος ταλάντων δεκαπέντε, γίνεται τάλαντα ιε, ἅπερ ἀπέσχον παρὰ σοῦ ἐκ πλήρους, τὴν δὲ ὁμολογίαν ταύτην μοναχὴν ἐξεδόμην σοι πρὸς ἀσφάλειαν, βεβαίαν καὶ κυρίαν οὖσαν …αν γενομένην παραγενα… …αεισ…μαι τοῦ αὐτοῦ κεραμείου ……ιους ἀναδώσω σοι καθάπερ ἔσχον ……διὸ ἀπὸ τοῦ νῦν κυριεύειν σε τοῦ αὐτοῦ ὁλοκλήρου κεραμείου καὶ ἀνηκόντων τούτῳ πάντων, εἰ δέ τις ἐπελεύσεται πρὸς σὲ τούτου χάριν, ἐμὲ ἀποστήσειν τοῦτον παραχρῆμα διὰ τὸ ἐμὲ ἀπὸ τοῦ νῦν σοι παρακεχωρηκέναι τὸ αὐτὸ ὁλόκληρον κεραμεῖον, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος …ὁ καὶ Ἰσίδωρος ὁ προγεγραμμένος εὐδοκῶ τοῖς προγεγραμμένοις, καὶ ἀπέσχον τὴν τιμὴν ὡς πρόκειται. …