Ancient Greek
SB 20 14301
Documentary Papyri, SB 20 14301
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Αὐγούστου τὸ ζ καὶ Κωνσταντίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α ἔτους Φλαουίῳ Διονυσίῳ ἀπὸ ἑκατονταρχῶν τάξεως καθολικότητος Αὐρήλιος Στέφανος Εὐπόρου ἄρξας βουλευτὴς τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως χαίρειν· ὁμολογῶ ἐσχηκέναι καὶ παραμεμετρῆσθαι παρὰ σοῦ ἐν χρήσει ἐξ οἴκου σου πυροῦ μέτρῳ δεκάτῳ κεφαλαίου σὺν ἡμιολίᾳ ἀρτάβας ἐνενήκοντα, ἀρτάβαι ϙ, ὅνπερ πυρὸν νέον καθαρὸν ἄδολον ἄκριθον κεκοσκινευμένον μέτρῳ ᾧ καὶ παρείληφα ἐφʼ οὗ τόπου τὴν παραμέτρησιν πεποίημαι ἐπάναγκες ἀποδώσω σοι τῷ Ἐπεὶφ μηνὶ τοῦ ἐνεστῶτος ἔτους κα ια γ ἄνευ πάσης ὑπερθέσεως ἢ εὑρησιλογίας, εἰ δὲ μή, ἐκτείσειν σοι τοῦ ὑπερπεσόντος χρόνου ἑκάστης ἀρτάβης διάφορον ἐξ ἡμιολίας, γινομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ χειρόγραφον δισσὸν γραφὲν πανταχοῦ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῆς προκειμένης, Θὼθ κβ. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Αὐγούστου τὸ ζ καὶ Κωνσταντίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α ἔτος Φλαυίῳ Διονυσίῳ ἀπὸ ἑκατονταρχῶν τάξεως καθολικότητος Αὐρήλιος Στέφανος Εὐπόρου ἄρξας βουλευτὴς τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως χαίρειν· ὁμολογῶ ἐσχηκέναι καὶ παραμεμετρῆσθαι παρὰ σοῦ ἐν χρήσει ἐξ οἴκου σου πυροῦ μέτρῳ δεκάτῳ κεφαλαίου σὺν ἡμιολίᾳ ἀρτάβας ἐνενήκοντα, ἀρτάβαι ϙ, ὅνπερ πυρὸν νέον καθαρὸν ἄδολον ἄκριθον κεκοσκινευμένον μέτρῳ ᾧ καὶ παρείληφα ἐφʼ οὗ τόπου τὴν παραμέτρησιν πεποίημαι ἐπανάγκες ἀποδώσω σοι τῷ Ἐπεὶφ μηνὶ τοῦ ἐνεστῶτος ἔτους κα ια γ ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας, εἰ δὲ μή, ἐκτείσειν σοι τοῦ ὑπερπεσόντος χρόνου ἑκάστης ἀρτάβης διάφορον ἐξ ἡμιολίας, γινομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ χειρόγραφον δισσὸν γραφὲν πανταχοῦ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῆς προκειμένης, Θὼθ κβ.