Ancient Greek
SB 20 14311
Documentary Papyri, SB 20 14311
Not analysed yet
Χαιρέᾳ Ισιδώρου τῶν κεκοσμητευκότων καὶ γεγυμνασιαρχηκότων παρὰ Πτολεμαίου Διοδώρου τοῦ καὶ Διοσκόρου. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὰς ὑπαρχούσας σοι περὶ κώμην Ἀργιάδα κλήρου κατοικικοῦ ἀρούρας πέντε καὶ περὶ κώμην Ἀπιάδα κλήρου κατοικικοῦ ἀρούρας δύο πάσας οὔσας κοινὰς καὶ ἀδιαιρέτους ἀπὸ ἀρουρῶν δεκατεσσάρων ἢ ὅσαι ἐὰν ὦσι, ἐκφορίου τοῦ παντὸς τῶν ὅλων ἀρουρῶν ἀρταβῶν δεκατεσσάρων καθαρῶν ἀπὸ παντὸς εἴδους, τῆς ἀρταβιαίας τῶν ὅλων οὔσης πρὸς ἐμὲ τὸν Πτολεμαῖον, καὶ ἐπιτελέσω τὰ γεωργικὰ ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου …εντος …ντων …καὶ τὸ ἐκφόριον ἀποδώσω ἐν μηνὶ Παῦνι κατʼ ἔτος ἐφʼ ἅλῳ μέτρῳ τετραχοινίκῳ νέον καθαρὸν ἄδολον ἐν κώμῃ …καὶ μετὰ τὸν χρόνον παραδώσω τὸ ἔδαφος καθαρὸν ἀπὸ θρύου καὶ καλάμου δείσης πάσης κατα… …σοι…ι… …τουκαι…ορ…ω …. ἔτους ιγ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ….