Ancient Greek
SB 20 14312
Documentary Papyri, SB 20 14312
Not analysed yet
παρετέθη πρεσβυτέροις κώμης Πέλα διαδεχομένοις καὶ τὰ κατὰ τὴν κωμογραμματείαν παρὰ Ὡριγενείας Μάρκου ἀστῆς μετὰ κυρίου Μενελάου τοῦ καὶ Ἡρακλείδου. ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ὑπὸ Κλαυδίου Διογνήτου τοῦ κρατίστου ἐπιτρόπου περὶ ἀβρόχου καὶ ἐπηντλημένης ἣν ἔχω περὶ Ἀντιπέρα Πέλα ἐκ τοῦ Παιδίνου κλήρου προτεταγμένου Δωροῦτος καὶ Ταχόιτος ἀμφοτέρων Δωρίωνος βασιλικῆς ἀπὸ κοινωνικῶν ἀρουρῶν α 𐅵δ τὸ ἐπιβάλλον μοι μέρος ἀβρόχου ἀρούρης καὶ περὶ Πέλα ἐκ τῆς Ἀντιόχου παρϊμένης προτεταγμένης Δωροῦτος καὶ Ταχόιτος ἀμφοτέρων Δωρίωνος ἱερᾶς ἐπηντλημένης ἀρούρης α καὶ ὀμνύω τὴν Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς καὶ Πουβλίου Σεπτιμίου Καισάρων τῶν κυρίων τύχην μὴ ἐψεῦσθαι. ἔτους ιβ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα …