Ancient Greek
SB 20 14337
Documentary Papyri, SB 20 14337
Not analysed yet
ἐμίσθωσον Σαραπίων καὶ Ἐξακῶν ἀμφότεροι Ἡρώδου τοῦ Ἐξακῶντος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως καὶ ἡ τούτων μήτηρ Καικιλία Πώλλα Ὥρῳ Ἐμῶχις τοῦ Καχύχις τῶν ἀπὸ κώμης Ψώβθεως τῆς μέσης τοπαρχίας Περσίνη τῆς ἐπιγονῆς εἰς ἔτη τρία ,καρποὺς τρεῖς ,ἀπὸ Τῦβι μηνὸς τοῦ ἐνεστῶτος ἑβδόμου ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου ἕως Χοιὰχ τριακάδι τοῦ δεκάτου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ τὸ ὑπάρχον αὐτοῖς ἐν τοῖς ἀπὸ νότου μέρεσι τῆς αὐτῆς Ψώβθεως ἐλαιωνοπαράδεισον ἐν ᾧ φοίνικες καὶ ἕτερα ἀκρόδρυα, φόρου τοῦ ἑσταμένου πρὸς ἀλλήλους κατʼ ἔτος ἀργυρίου δραχμῶν ἑκατὸν ἑξήκοντα καὶ ἐκλεκτῆς ἐλαίας μελαίνης ἀρταβῶν τριῶν ἀκίνδυνα παντὸς κινδύνου τῶν ὑπὲρ τοῦ παραδείσου κατʼ ἔτος δημοσίων ὄντων πρὸς τοὺς μεμισθωκότας. τῆς δὲ μισθώσεως βεβαιουμένης ἀποδότω ὁ μεμισθωμένος τὸν κατʼ ἔτος φόρον ἀεὶ ἐν ἀναφοραῖς δυσὶ κατʼ ἔτος, τῷ μηνὶ Ἁθὺρ κατʼ ἔτος δραχμὰς ὀγδοήκοντα ,τῷ μηνὶ Χοιὰχ κατʼ ἔτος τὰς λοιπὰς κατʼ ἔτος δραχμὰς ὀγδοήκοντα ,τὴν δὲ ἐλαίαν κατʼ ἔτος ὁπότε ἐὰν αἱρῶνται οἱ μεμισθωκότες. τῆς τῶν ποτισμῶν τοῦ παραδείσου δ…τε η…ν ὡς εἰ ἀμπελ… …ποτισθήσεται ἀπὸ τῆς ὑδραγωγοῦ μηχανῆς …τούτων ἐξέσται δὲ τῷ μεμισθωμένῳ ἑτέροις μεταμισθοῦν ἐπὶ λαχανείαν καὶ μετὰ τὸν χρόνον παραδότω τοῖς μεμισθωκόσι τὸν παράδεισον καθαρὸν ἀπό τε θρύου καὶ βοτάνης καὶ ἄλλης δείσης πάσης τε καὶ τὰ φυτὰ ζωγονοῦντα. ἡ πρᾶξις ἔστω πρὸς τοὺς μεμισθωκότας ἔκ τε τοῦ μεμισθωμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. κυρία ἡ μίσθωσις. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Τῦβι α. τῆς τῶν φοινίκων καὶ ἀκροδρύων …πάντων ἐξέσται τοῖς μεμισθωκόσι. Ὧρος Ἐμῶχις τοῦ Καχύκις μεμίσθωμαι …