Ancient Greek
SB 20 14338
Documentary Papyri, SB 20 14338
Not analysed yet
…γῆς δημοσίων ὄντων πρὸς τὸν μεμισθωκότα ὃν καὶ κυριεύειν τῶν καρπῶν ἕως ἂν ἅπαντα κομίσηται· ἐὰν δέ τις τοῖς ἑξῆς ἔτεσι ἄβροχος γένηται παραδεχθήσεται τῷ μεμισθωμένῳ πρὸς ἀνάλογον τοῦ ἀποτάκτου. τῆς δὲ μισθώσεως βεβαιουμένης μετρείτω ὁ μεμισθωμένος ὑπὲρ τοῦ μεμισθωκότος εἰς τὸ δημόσιον τὸ κατʼ ἔτος ἀπότακτον καὶ ἀπὸ τῶν προκειμένων τῆς προχρήσεως πυροῦ ἀρτάβας δεκαοκτὼ τῷ μὲν ἐνεστῶτι ἔτει ἀρτάβας πέντε τῷ δὲ εἰσιόντι ἔτει ἀρτάβας δεκατρεῖς ὧν πάντων κατʼ ἔτος δώσει τῷ μεμισθωκότι τὸ θέμα καθαρὸν ἀπὸ πάσης δαπάνης ἢ ἀποτεισάτω ὁ ἐὰν προσοφειλήσῃ μεθʼ ἡμιολίας καὶ ἡ πρᾶξις ἔστω τῷ μεμισθωκότι ἔκ τε τοῦ μεμισθωμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων. κυρία ἡ μίσθωσις. ἔτους ε Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἁθὺρ …Πετσῖρις …μεμισθωμαι …ν και ε…μ…υ της…