Ancient Greek
SB 10 10729
Documentary Papyri, SB 20 14380
Not analysed yet
Ἐπεὶφ ιβ. παρήνεγκεν Παιᾶνος Οὐαλερίου ὑπὲρ τρίτης ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας πέντε ἥμισυ τρίτον δωδέκατον, ἀρτάβας ε 𐅵γ ιβ μόνας, ἑτέρου ἐνταγίου ἤτοι ἀποχῆς μὴ ἐπιφερομένου τῶν προκειμένων ἀρταβῶν. Θεόδοτος σεσημείωμαι. Ἡρώδης σεσημείωμαι. ἀρτάβαι ε 𐅵γ ιβ ὧν πιττακίου Οὐφρ… ἀρτ- ε 𐅵γ ιβ. Ἐπεὶφ κγ. παρήνεγκεν Παιᾶνος Οὐαλερίου ὑπὲρ τρίτης ἰνδικτίονος κωμητῶν Πτολεμαίδος Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας δύο ἥμισυ τρίτον δωδέκατον ἀρτάβας β 𐅵γ ιβ μόνας. Ἡρώδης σεσημείωμαι. Θεόδοτος σεσημείωμαι. καὶ τῇ κε ὁμοίως ὁ αὐτὸς Παιᾶνος Οὐαλερίου ὑπὲρ τρίτης ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας τρεῖς, ἀρτάβας γ μόνας. ἀρτάβαι γ. Θεόδοτος σεσημείωμαι. ὧν Οὐφριᾶς Ἐλᾶ ἀρτ- γ. τῇ αὐτῇ ἡμέρᾳ ὁμοίως ὁ αὐτὸς ὑπὲρ τῆς αὐτῆς ἰνδικτίονος κωμητῶν Πτολεμαίδος Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας τρεῖς, ἀρτάβας γ μόνας. Θεόδοτος σεσημείωμαι. Φιλέας ἐσημειωσάμην.