Ancient Greek
SB 20 14381
Documentary Papyri, SB 20 14381
Not analysed yet
ἔτους ιε Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Σεβαστοῦ κ. διαγεγράφηκεν Ἰσιδώρωι καὶ Φιλαδέλφῳ χειρισταῖς Νεμεσίων Πανεγβήουιος συνταξίμου τοῦ αὐτοῦ πεντεκαιδεκάτου ἔτους Φιλαδελφίας ἀργυρίου ῥυπαροῦ δραχμὰς δεκαδύο, γίνονται δραχμαὶ ιβ, καὶ μηνὸς Νερωνείου Σεβαστοῦ κζ Σεβαστῇ τοῦ α ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἀργυρίου δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η, καὶ κη ὁμοίως ἀργυρίου δραχμὰς δεκαδύο, γίνονται δραχμαὶ ιβ, καὶ κθ ὁμοίως ἀργυρίου δραχμὰς δεκαδύο, γίνονται δραχμαὶ ιβ ἡμιωβέλιον χαλκοῖ 2, ὑικῆς δραχμὴν α ὀβολὸν. ἔτους τεσσαρεσκαιδεκάτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Γερμανικείου κδ. διαγέγραπται διὰ …χειριστοῦ Νεμεσίων Πανεγβηοῦτος ἐννομίου Φιλαδελφίας τοῦ αὐτοῦ ἔτους ἀργυρίου δραχμὰς ἑβδομήκοντα μία πεντώβολον, γίνονται δραχμαὶ οα ὀβολοὶ 5.