Ancient Greek
SB 20 14662
Documentary Papyri, SB 20 14662
Not analysed yet
Μᾶρκος Σεμπρώνιος Λιβερᾶλις ἔπαρχος Αἰγύπ του λέγει· πυνθάνομαί τινας διὰ τὴν γενομένην δυσχέρειαν των… τὴν οἰκείαν ἀπολελοιπέναι ἀλλαχῇ ἔτι τὰ προς… πορίζοντας, ἑτέρους δὲ λιτουργείας τινὰς ἐκφυγόντας διὰ τὴν τότε περὶ αὐτοὺς ἀσθένειαν ἐν ἀλλοδαπῇ ἔτι καὶ νῦν διατρίβειν φόβῳ τῶν γενομένων παραυτίκα προγραφῶν. προτρέπομαι οὖν πάντας ἐπανελθεῖν ἐπὶ τὰ ἴδια καὶ τὸν μὲν πρῶτον καὶ μέγιστον καρπὸν τῆς εὐετηρίας καὶ τῆς τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος περὶ πάντας ἀνθρώπους κηδεμονίας ἀποφέρεσθαι καὶ μὴ ἀνεστίους καὶ ἀοίκους ἐπὶ ξένης ἀλᾶσθαι. ἵνα δὲ τοῦτο προθυμότερον καὶ ἥδιον ποιήσωσιν, ἴστωσαν μὲν τὸν πόρον τὸν ἐκ ταύτης τῆς αἰτίας ἔτι κατεχόμενον ἀπολυθήσεσθαι τῆς τοῦ μεγίστου Αὐτοκράτορος εὐμενείας καὶ χρηστότητος ἐπιτρεπούσης καὶ μηδεμίαν πρὸς αὐτοὺς ζήτησιν ἔσεσθαι, ἀλλὰ μηδὲ πρὸς τοὺς ἄλλους τοὺς ἐξ ἧς δήποτε αἰτίας ὑπὸ τῶν στρατηγῶν προγραφέντας· καὶ τούτους γὰρ …κατέρχεσθαι εἰς τοὺς τόπους …ισ…ησαν μετὰ τῆς πρ… …ειας ὡς μηδὲ προτε… διὰ τὴν ἔμφυτον τοῖς …ω… δειλίαν ……ητοι…ν… …ν…λοσι μᾶλλον …ἐκποδὼν …της μ… …τοὺς ἅπαξ μὴ ὑπακούσαντας …ὡς ὁμολόγους κακούργους …ἀναζητεῖσθαι …εν ἀλλὰ ἀπὸ …φ…τας πλαν… …ουτω… δὲ ἑκόντας ἀποδρᾶσι πονηρὸν καὶ ληστρικὸν βίον ἑλομένοις μείγνυσθαι. ἵνα δὲ μὴ μόνον τούτοις, ἀλλὰ καὶ ἑτέροις ταῦτά με παραινεῖν καὶ πράσσειν μάθωσι, ἴστωσαν ὅτι καὶ τοῖς κρατίστοις ἐπιστρατήγοις καὶ τοῖς στρατηγοῖς καὶ τοῖς πεμφθεῖσι ὑπ̓ ἐμοῦ πρὸς τὴν τῆς χώρας ἀσφάλειαν καὶ ἀμεριμνίαν στρατιώταις παρήγγελται τὰς μὲν ἀρχομένας ἐφόδους κωλύειν προορῶντας καὶ προαπαντῶντας, τὰς δὲ γενομένας παραυτίκα ἐπιδιώκειν καὶ τοὺς λημφθέντας ἐπʼ αὐτοφώρῳ κακούργους μηδὲν περαιτέρω τῶν ἐν αὐτῇ τῇ ληστείᾳ γενομένων ἐξετάζειν, ἄλλοις δὲ τῶν ποτε προγραφέντων ἡσυχάζουσι καὶ ἐν τῇ οἰκείᾳ τῇ γεωργίᾳ προσκαρτεροῦσι μὴ ἐνοχλεῖν. κατερχέσθωσαν οὖν ἀμέριμνοι καὶ ἔστω προθεσμία αὐτοῖς, ἐξ οὗ ἂν τοῦτό μου τὸ διάταγμα ἐν ἑκάστῳ νομῷ προτεθῇ, μῆνες γ. ἐὰν δέ τις μετὰ τὴν τοσαύτην μου φιλανθρωπίαν ἐπὶ ξένης πλανώμενος φανῇ, οὗτος οὐκέτι ὡς ὕποπτος, ἀλλὰ ὡς ὁμόλογος κακοῦργος συλλημφθεὶς πρὸς μὲ ἀναπεμφθήσεται. ἔτους ιη Ἀντωνίνου τοῦ κυρίου, Θὼθ α.