Ancient Greek
SB 20 14663
Documentary Papyri, SB 20 14663
Not analysed yet
……ε καὶ αυτω… ἀγνοεῖν διότι παρὰ Οσ…ιος τοῦ γεωργοῦ γῄδιον ἐξείληφα ὥστε εἰς ἄμπελον εἰς τὸ Ὁρπεκήμιος ὄνομα. σὺ οὖν καλῶς ποιήσεις εὐχαριστήσας μοι καταγράψας αὐτὸ εἰς τὸ αὐτοῦ ὄνομα ἐν λογιστηρίωι ὅπως ἂν ἔχωμεν αὐτὸ κυρίως. τοῦτο γὰρ ποιήσας εὐχαριστήσεις μοι. ἔρρωσο. Φαρμοῦθι α ἀπήγγελλεν δέ μοι καὶ Σωσίβιος τὰ παρὰ σοῦ ὡς ὅτι λέγοις καταγράψειν εἰς τὸ Ὁρπεκήμιος ὄνομα. σὺ οὖν μὴ ἄλλως ποιήσῃς. …Πακύσει κωμογραμματεῖ