Ancient Greek
SB 20 14665
Documentary Papyri, SB 20 14665
Not analysed yet
ἔτους ιϛ Τιβερίου Καίσαρος Σεβαστοῦ Τῦβι λ. διέγραψεν διʼ Ἀντινόου καὶ Ἀντιόχου τραπεζιτῶν ἐπικεφαλαίου ιγ ἔτους Ἑρμαίου Ζωίλος Σύρου δραχμὰς δεκαδύο, γίνονται ιβ. ὑικῆς ὁμοίως ιγ ἔτους ὁ αὐτὸς δραχμὰς δύο ὀβολὸν ἡμιωβέλιον, γίνονται β ὀβολοὶ 1 1/2. Χωματικοῦ ὁμοίως ιγ ἔτους ὁ αὐτὸς δραχμὰς ἓξ τετρώβολον, γίνονται ϛ τετρώβολον. ιδ ἔτους ἐπικεφαλαίου ὁ αὐτὸς σύμπαντα δραχμὰς δεκαδύο, γίνονται ιβ. ιδ ἔτους ὑικῆς ὁ αὐτὸς δραχμὰς δύο ὀβολὸν ἡμιωβέλιον, γίνονται β ὀβολοὶ 1 1/2. ιδ ἔτους χωματικοῦ ὁ αὐτὸς δραχμὰς ἓξ τετρώβολον, γίνονται ϛ τετρώβολον.