Ancient Greek
SB 20 14667
Documentary Papyri, SB 20 14667
Not analysed yet
παρὰ Παήσιος Νεβτείχεως τῆς Παχώμιος ἀπὸ Ἀλαβανθίδος. ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ ἡγεμονεύσαντος Φουρίου Οὐικτωρείνου εἰς τὴν κατʼ οἰκίαν ἀπογραφὴν τοῦ κγ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἐμαυτὸν Παῆσιν Νεβτείχεως ὑπερετῆ ἐτῶν οβ Ὧρον υἱὸν μητρὸς Ἀθηναίδος τῆς καὶ Κίννας Βήσιος ἀφήλικα κγ ἔτους ἐτῶν η γυναῖκας Ἀθηναὶν τὴν καὶ Κίνναν γυναῖκά μου ἐτῶν νζ Τερεῦν θυγατέρα μου ἐκ μητρὸς τῆς αὐτῆς Ἀθηναίδος ἐτῶν μ καὶ ὑπάρχει τῇ γυναικί μου Ἀθηναίδι Βήσιος τοῦ Ἁρπήχιος μέρη ἐγγαίων ἐν τῇ Ἀλαβανθίδι καὶ ἐν ἑτέροις τόποις ἕτερα μέρη πατρικὰ ἑτέρων ἐγγαίων καὶ ἀνηκόντων. καὶ ὁμνύω τὴν Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς τύχην καὶ θεὸν μέγιστον Ὀσιραντίνοον μηδένα Ἀλεξανδρέα ἀναπόγραφον ἔχειν ἢ ἐπίξενον ἢ …ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους κδ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Μεχείρ…