Ancient Greek
SB 20 14668
Documentary Papyri, SB 20 14668
Not analysed yet
παρὰ Παήσιος Νεβτείχεως τῆς Παχώμιος ἀπὸ Ἀλαβανθίδος. ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ ἡγεμονεύσαντος Φουρίου Οὐικτορείνου εἰς τὴν κατʼ οἰκίαν ἀπογραφὴν τοῦ κγ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἐμαυτὸν …Παῆσιν Νεβτείχεως ὑπερετῆ ἐτῶν οβ …Ὧρον υἱὸν μητρὸς Ἀθηναίδος τῆς καὶ Κίννας …Βήσιος …ἀφήλικα κγ ἔτους ἐτῶν η …γυναῖκας Ἀθηναὶν τὴν καὶ Κίνναν, γυναῖκά μου ἐτῶν νζ …Τερεῦν θυγατέρα μου ἐκ μητρὸς τῆς αὐτῆς …Ἀθηναίδος ἐτῶν μ καὶ ὑπάρχει τῇ γυναικί μου Ἀθηναίδι Βήσιος τοῦ Ἁρπήχιος μέρη ἐγγαίων ἐν τῇ αὐτῇ Ἀλαβανθίδι καὶ ἐν ἑτέροις τόποις ἕτερα μέρη πατρικὰ ἑτέρων ἐγγαίων καὶ ἀνηκόντων. καὶ ὀμνύω τὴν Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς τύχην …