Ancient Greek
SB 20 14679
Documentary Papyri, SB 20 14679
Not analysed yet
Μονίμῳ Γεμέλλῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος διαδεχομένῳ καὶ τὴν στρατηγίαν τῆς αὐτῆς μερίδος παρὰ Ὀρσενούφεως Σισόιτος ἀπὸ κώμης Βακχιάδος. νυκτὶ τῇ φερούσῃ εἰς τὴν ϛ τοῦ ὄντος μηνὸς Μεχεὶρ ἐπελθόντες τινὲς λῃστρικῷ τρόπῳ ἐξ ὑπερβατῶν διὰ τῆς αὐλῆς, εἰς ἣν οἰκῶ οἰκίαν ἐν τῇ προκειμένῃ κώμῃ, καὶ ὑπορύξαντες τὴν οἰκίαν ἐβάστασαν πάντα τὰ ἐν αὐτῇ ἀποκείμενα. ὅθεν ἐπιδίδωμι αὐτὸ τοῦτο φανερὸν ποιῶν …πρὸς τὸ …θον δ…ει …μένειν μοι τὸν λόγον …