Ancient Greek
SB 20 14680
Documentary Papyri, SB 20 14680
Not analysed yet
ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἐπεὶφ …. ὁμολογεῖ Αὐρήλιος Σαραπίων …τος μητρὸς Ταορσενούφιος ἀπὸ Καρανίδος ὡς ἐτῶν λϛ οὐλὴ κνημίῳ ἀριστερῷ Αὐρηλίῳ Ἀμμωνάσπασι ἀπὸ κώμης Φιλαδελφείας πεπρακέναι τῷ Ἀμμωνάσπασι τὸν ὁμολογοῦντα Σαραπίωνα τὰ ὑπάρχοντά αὐτῷ βοικὰ κτήνη δύο ,μιᾶς μὲν ταυρίαν πυρρόχρουν καὶ τῆς ἄλλης ταυρίαν …-χρουν καὶ ἀπέχει τὴν τιμὴν …νου. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς πεπρᾶχθαι ἐπερωτηθεὶς ὡμολόγησεν. Αὐρήλιος Ὧρος ἀπὸ κώμης Φιλαδελφείας ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος.