Ancient Greek
SB 20 14987
Documentary Papyri, SB 20 14987
Not analysed yet
τῷ εὐλογουμένῳ καὶ ἀληθῶς ποθεινοτάτῳ υἱῷ Θέωνι πολιτευομένῳ πατρὶ πόλεως Λεόντιος ἐν Κυρίῳ χαίρειν. Καθὼς ἀπέστειλας Ἰωάννην καὶ Εὐσέβιον καὶ Δίδυμον ἐπὶ τῷ αὐτοὺς ἐπʼ ἐμοῦ κριθῆναι, νῦν εὖ ἀκούσας τῆς ὑποθέσεως αὐτῶν, οὕτως οὖν ὥρισα ὥστε Δίδυμον ἔχειν ὅλον τὸ μέγα μνημεῖον παρὰ τὰ σώματα αὐτοῦ καὶ τὸ μικρὸν μνημεῖον ἔχειν αὐτὸ οἱ τρεῖς Ἰωάννης καὶ Εὐσέβιος καὶ Δίδυμος ἐκ τρίτου μέρους τοῦ ἑνός . καὶ θεοῦ προενοήθησαν οἱ τρεῖς Ἰωάννης καὶ Εὐσέβιος καὶ Δίδυμος καὶ ἀπῆλθαν ἀπʼ ἐμοῦ πειθόμενοι καὶ ηὔχοντο ἐπʼ ἀλλήλων ἐπὶ ταύτῃ τῇ σήμερον, μηδενὸς αὐτῶν λυπουμένου. ἡ θεῖα πρόνοια διαφυλάξει σε ἐπὶ μήκιστον χρόνον ὑγιαίνοντα καὶ εὐθυμοῦντα ἐν τῷ φόβῳ τοῦ θεοῦ …θ …τατα…. ἐντεῖλαι Θεοδώρῳ α…τουρ…υτου μετρίου ……το ἔργον αὐτοῦ …ι…ιον …ου…