Ancient Greek
SB 20 14988
Documentary Papyri, SB 20 14988
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Φιλοπατόρων ἔτους κγ Ἁθὺρ ι. ὁμολογεῖ Διοσκουρίδης ναύκληρος τοῦ Ζωίλου κερκούρου μυρίων Β ἐμβεβλῆσθαι ἐπὶ τοῦ κατὰ Πτολεμαίδα ὅρμου ὥστε εἰς Ἀλεξάνδρειαν εἰς τὸ βασιλικὸν ἀπὸ τῶν γενημάτων τοῦ κβ ἔτους παρὰ Ἡλιοδώρου καὶ Ἀπολλωνίου τῶν σιτολογούντων τὸ περὶ Ἀνουβιάδος ἐργαστήριον πυροῦ φορικοῦ καθαροῦ …νου ἀρτάβας χιλίας πεντακοσίας πεντήκοντα γίνονται Αφν μέτρωι δοχικῶι τῶι συμβεβλημένῳ πρὸς τὸ χαλκοῦν καὶ σκυτάληι δικαίᾳ καὶ οὐθὲν ἐγκαλῶ. ἔρρωσο. ἔτους κγ Ἁθὺρ ι.