Ancient Greek
SB 20 14990
Documentary Papyri, SB 20 14990
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Φιλοπατόρων ἔτους κγ Ἁθὺρ …. ὁμολογεῖ ……ναύκληρος τοῦ …υ κερκούρου ἀγωγῆς Ζ ἐμβεβλῆσθαι ἐπὶ τοῦ κατὰ Πτολεμαίδα ὅρμου ὥστʼ εἰς Ἀλεξάνδρειαν εἰς τὸ βασιλικὸν ἀπὸ τῶν γενημάτων τοῦ κβ ἔτους παρʼ Ἡλιοδώρου καὶ Ἀπολλωνίου τῶν σιτολογούντων τὸ περεὶ Ἀνουβιάδα ἐργαστήριον πυροῦ φορικοῦ καθαροῦ κεκοσκινευμένου ἀρτάβας δισχιλίας τριακοσίας γίνονται Βτ μέτρωι δοχικῶι τῶι συμβεβλημένωι πρὸς τὸ χαλκοῦν καὶ σκυτάλῃ δικαίαι καὶ οὐθὲν ἐγκαλῶ. …