Ancient Greek
SB 20 14989
Documentary Papyri, SB 20 14989
Not analysed yet
ἔτους κβ Παῦνι …πυροῦ …βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Φιλοπατόρων ἔτους κβ Παῦνι …. ὁμολογεῖ Χαιρᾶς ναύκληρος τοῦ Δημητρίου κερκούρου ἀγωγῆς Ε ἐμβεβλῆσθαι ἐπὶ τοῦ κατὰ Πτολεμαίδα ὅρμου ὥστε εἰς Ἀλεξάνδρειαν εἰς τὸ βασὶλίκὸν ἀπὸ τῶν γενημάτων τοῦ αὐτοῦ ἔτους παρʼ Ἡλιοδώρου καὶ Ἀπολλωνίου τῶν σιτολογούντων τὸ περὶ Ἀνουβιάδα ἐργαστήριον πυροῦ καθαροῦ κεκοσκινευμένου ἀρτάβας ἑπτακοσίας γίνονται ψ μέτρωι δοχικῶι τῶι συμβεβλημένωι πρὸς τὸ χαλκοῦν καὶ σκυτάλῃ δικαίαι καὶ οὐθὲν ἐγκαλῶ.