Ancient Greek
SB 20 14997
Documentary Papyri, SB 20 14997
Not analysed yet
……πρ… σὺν τοῖς ἄλλοις τιμίοις καὶ φιλανθρώποις κυρίως τὸν πάντα χρόνον ἀκολούθως τοῖς περὶ τούτων προστεταγμένοις καὶ ἐπεσταλμένοις ἀνθʼ ὧν εὐχρήστηκεν τῶι Διοδώρωι εἴς τε τὰ κατὰ τὸν βίον καὶ …ἐν τοῖς ἀναγκαίοις καὶ ἐπείγουσι καιροῖς καὶ μὴ κακοτεχνήσειν περὶ τὴν παραχώρησιν ταύτης τῆς γῆς κατὰ μηδεμίαν παρεύρεσιν, ἀλλὰ καὶ παρέξασθαι τὴν γῆν τῶι Φιλοστράτωι καὶ τοῖς παρʼ αὐτοῦ καθαρὰν μὲν ἀπὸ βασιλικῶν καὶ τῶν ἄλλων τελεσμάτων ἀπὸ μὲν τῶν ἔμπροσθεν χρόνων ἕως τοῦ παρόντος ια ἔτους …ν, ἐὰν δέ τι τούτων παρασυγγραφῆι ἄκυρον ἔστω καὶ προσαποτεισάτω τῶι Φιλοστράτωι ἢ τοῖς παρʼ αὐτοῦ ἑκάστου εἴδους οὗ ἐὰν παρασυγγραφῆι τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς πεντακοσίας καὶ εἰς τὸ βασιλικὸν τὸ ἴσον καὶ μηδὲν ἧσσον τὰ διωμολογημένα κύρια ἔστω. συνευδοκεῖ δὲ τῆιδε τῆι παραχωρήσει ἡ Διοδώρου μήτηρ Διονυσία Φιλοστράτου δὲ θεία μεθ… …εἰς ἀθέτησιν καὶ ἀκύρωσιν καθʼ ἅπαντα τρόπον λύουσα ἣν ἔθετο ……αὐτῆι γνωστευθεῖσαν ἐπʼ ἀρούραις τρισὶν ἐκ ……παρασχεῖν κυρίως καθότι πρὸς ἀλλήλους συνεχώρησαν. …ἔτους ια Φαρμοῦθι κθ. Θεόξενος κατατέθεικα.