Ancient Greek
SB 20 14999
Documentary Papyri, SB 20 14999
Not analysed yet
Ποσειδωνίωι οἰκονόμωι παρὰ Πετεύριος στιβέως Λυσιμαχίδος καὶ Τρικωμίας. ἀδικοῦμαι ὑπὸ Τεττάφου τοῦ ἐπιστατοῦντος τὴν Λυσιμαχίδα. τοῦ γὰρ ϛ ἔτους Παῦνι α παραγενόμενος ἐπὶ τὸ στιβεῖόν μου ἀπήιτι με ἱμάτιον ὃ ἐδεδώκει μοι πλῦναι Θασῶς ἰσιονόμος τῶν ἐκ Λυσιμαχίδος. ἐμοῦ δὲ ἀπαιτοῦντος αὐτὸν τὸν συγχωρηθέντα μισθόν, ὁ δὲ οὐθένα λόγον ποιησάμενος, ἀλλὰ εἰσπηδήσας πρός με μετὰ Μενίσκου καὶ Ξεννίου ὃν ἦγεν μεθʼ αὑτοῦ πληγάς μοι πλείους ἐνέβαλεν καὶ διεσκόρπισεν μ… καὶ ……ις…