Ancient Greek
SB 20 15068
Documentary Papyri, SB 20 15068
Not analysed yet
Θεογένει διοικητῆι παρὰ Ὀλύμπου τοῦ Ἀντιπάτρου Μυσοῦ τῶν Πτολεμαίου τοῦ Ναυτᾶ τῆς πέμπτης ἱππαρχίας τῶν ἐκ τοῦ Ἀρσινοίτου ἐπιλελεγμένων ἱππέων ἑκατονταρούρου. ὁ πατήρ μου Ἀντίπατρος κατεφύτευσεν ἄμπελον ἐν χέρσωι τοῦ ιε ἔτους. γεωμετρηθείσης δʼ αὐτῆς τοῦ ιζ ἔτους ἀνηνέγχθησαν ἄρουραι …. τοῦ δὲ πατρὸς τοῦ βασιλέως προστεταχότος γῆς ἕως τοῦ ιε ἔτους πεφυτευμένης ἐπιχωρῆσαι τῆς ἀρούρας ἐνιαυσίας δραχμὰς μ διετοῦς δραχμὰς ν τριετοῦς δραχμὰς ξ τετραετοῦς δραχμὰς ρ καὶ πρᾶξαι τὴν τιμὴν κ… ἐν ἔτεσιν τέτταρσιν …καντος τοῦ κ ἔτους πρι… εἰς τὸ βασιλικὸν κατὰ τὸ πρόσταγμα …πράσσομαι ὑπὸ τοῦ πράκτορος δραχμὰς Αφ οὐκ ὀφείλοντός μου. ἀξιῶ οὖν σε, ἐάν σοι φαίνηται, γράψαι Ὥρωι τῶι βασιλικῶι γραμματεῖ τοῦ Ἀρσινοίτου ἐπισκέψασθαι καί, ἐὰν μὴ φαίνωμαι ὀφείλων πρὸς μηθέν, γράψαι αὐτὸν τῶι πράκτορι μὴ πράσσειν με· τούτου γὰρ γενομένου ἔσομαι τετευχὼς τοῦ δικαίου. εὐτύχει. Ὥρωι ἐπισκέψασθαι ἵνα μὴ ἀδικηθῆι. ἔτους ε Ὑπερβερεταίου ιϛ. Ὄλυμπος Ἀντιπάτρου …του σαι εμου ς… των…α… ε ἔτους