Ancient Greek
SB 20 15069
Documentary Papyri, SB 20 15069
Not analysed yet
Ἰσιδώρα Ἄνιτι τῇ φιλτάτῃ πλεῖστα χαίρειν. πρὸ παντὸς ἀσπάζομαί σε καὶ τὰ ἀβάσκαντά σου τέκνα καὶ τὸν πατέρα αὐτῶν. ἀπέστειλά σοι διὰ τοῦ ἐλθόντος σοι Ἀιῶνος σακκούδιον, ὅπως ποιήσῃς αὐτὸ γενέσθαι καὶ ἀποστείλῃς μοι αὐτὸ διʼ αὐτοῦ. ἐὰν οὖν ἀποστείλῃς, εἰπὲ αὐτῷ τὴν λοιπάδαν τοῦ ἀναλισκομένου εἰς αὐτό, καὶ διὰ τάχους σοι ἀποστέλλω. μόνον αὐτὸ ἀπόστειλον. ἀπόστειλον καὶ διὰ τοῦ καμηλάτου …μ… καν. ἐρρῶσθαί σε εὔχομαι. Ἰσιδώρα Ἄνειτι