Ancient Greek
SB 20 15076
Documentary Papyri, SB 20 15076
Not analysed yet
ιγ ἔτους Παῦνι διέγραψε Πανεσᾶτι καὶ μετόχοις ἡγουμένοις κώμης Εὐημερίας Ὀρσενοῦφις Ἀπολλωνίου …οὐσίας φόρου προβάτων ἀργυρίου δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η, Ἐπεὶφ λ ἄλλας δραχμὰς δεκαδύο ὀβολοὺς εἴκοσι, γίνονται δραχμαὶ ιβ ὀβολοὶ κ. ι… ἔτους Θὼθ διέγραψεν Ὀρσεῦτι καὶ μετόχοις ἡγουμένοις κώμης Εὐημερίας ὁ αὐτὸς Γερμανικιανῆς οὐσίας φόρου προβάτων ἀργυρίου δραχμὰς δεκαέξ, γίνονται δραχμαὶ ιϛ, Φαῶφι ἄλλας δραχμὰς δεκαδύο, γίνονται δραχμαὶ ιβ, Ἁθὺρ λ ἄλλας δραχμὰς δεκαδύο, γίνονται δραχμαὶ ιβ, Χοιὰκ λ ἄλλας δραχμὰς δεκαδύο, γίνονται δραχμαὶ ιβ, Τῦβι λ ἄλλας δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η, Μεχεὶρ ἄλλας δραχμὰς δεκαδύο, γίνονται δραχμαὶ ιβ, Φαμενὼθ λ ἄλλας δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η, Φαρμοῦθι λ ἄλλας δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η ιδ ἔτους Ἐπεὶφ ιε διέγραψε Πανεσᾶτι καὶ μετόχοις ἡγουμένοις κώμης Εὐημερίας Ὀρσενοῦφις Ἀπολλωνίου Μαικηνατιανῆς οὐσίας φόρου προβάτων ἀργυρίου δραχμὰς δεκαέξ, γίνονται δραχμαὶ ιϛ, Μεσορὴ ιζ ἄλλας δραχμὰς δεκαέξ, γίνονται δραχμαὶ ιϛ, Θὼθ ιγ ἄλλας δραχμὰς δεκαὲξ ὀβολοὺς δεκαδύο, γίνονται δραχμαὶ ιϛ ὀβολοὶ ιβ. Παῦνι λ ὁ αὐτὸς δραχμὰς τέσσαρες, γίνονται δραχμαὶ δ, Ἐπεὶφ λ ἄλλας δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η.