Ancient Greek
SB 20 15077
Documentary Papyri, SB 20 15077
Not analysed yet
Γαλάτηι καὶ Κρονίωνι καὶ Διδύμωι καὶ Ἡρακλείδηι ἐπιστάταις Τεβτύνεως καὶ τῶν συγκυρουσῶν κωμῶν παρὰ Ὀρσενούφιος τοῦ Φασῶτος γεωργοῦ τῶν ἀπὸ τῆς προκειμένης κώμης Τεβτύνεως. τῇ ια τοῦ Ἐπεὶφ μηνὸς τοῦ ἐνεστῶτος ε ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, ὑπάγοντός μου εἰς ἀγρὸν πρὸς ἐπίσκεψιν τῶν ἐμῶν πάτων, ὧν γεωργῶ ἀρουρῶν, συναντήσας μοι ὀψίτερον τῆς ὥρας Εὔτυχος Εὐτύχου τοῦ Τακολληίνιος σὺν οἷς ἐπηγάγετο μεθʼ ἑαυτοῦ Ὀννόφρι Ὀρσενούφιος Ἀγχιοῦτος καὶ Ἡρακλεῖ Ἀκουσιλάου, ἁπλῶς πρᾶγμα μηθὲν ἔχων πρὸς μέ, συνλαβών με πρὸς τῆι ὀρεινῆι διώρυγι ἐν αὐτῆι τῆι ὥρᾳ, καὶ ἔδωκάν μοι πληγὰς πλείους εἰς τὰ παρατυχόντα μέρη τοῦ σώματος ἐν οἷς εἴχοσαν πέλυξι καὶ χορτοκόπωι, ὥστε ἀπὸ τῶν πληγῶν κατακλινῆ γεγονέναι με καὶ κινδυνεύειν τοῦ ζῆν· καὶ προενέτυχον τῶι ἐξηγητῆι κατὰ τοῦ προδεδηλωμένου Εὐτύχου περὶ ὀρφανικοῦ πράγματος, ὧν ἔχει κατὰ τοῦ ὀρφανοῦ προδοματικῆς μισθώσεως, καὶ ἐξητάσθη ὑπὸ τῶν τοῦ ἐξηγητοῦ ὑπηρετῶν ἐν τῶι Παῦνι μηνὶ τοῦ αὐτοῦ ε ἔτους. διὸ ἐπιδίδωμι τοῦτο τὸ ὑπόμνημα ὅπως ἀσφαλισάμενοι τοὺς ἐγκαλουμέν …