Ancient Greek
SB 20 15192
Documentary Papyri, SB 20 15192
Not analysed yet
τοῖς εὐλαβεστάτοις καὶ ἁγιωτάτοις μονάζουσιν Κύρα ἐν κυρίῳ χαίρειν. παρακαλοῦσα γράφω καὶ ὑπομιμνήσκουσα -πρέπει γὰρ καὶ ὑμῶν τῇ εὐλαβείᾳ καὶ ἀφʼ ἑαυτῶν ποιεῖν τὰ τῷ θεῷ ἀρέσκοντα -παρακαλούμενοι δέ, ἁγιώτατοι, καὶ ὁρκιζόμενοι τὰ μυστήρια τοῦ Χριστοῦ τὰ ἐπιτελούμενα ταῖς ἁγίαις ἡμέραις ταύταις μὴ ἀμελήσητε αὐτῆς, ἀλλὰ συνεχέστερον ἐπισκέψασθε καὶ εὔξασθε περὶ αὐτῆς, ἵνα τελείως εὐχαριστήσωμεν τῷ κυρίῳ. ἔρρωσθε, εὐλαβέστατοι.