Ancient Greek
SB 20 15194
Documentary Papyri, SB 20 15194
Not analysed yet
Αὐρήλιος Σεπτίμιος …διʼ ἐμοῦ τοῦ πατρὸς Αὐρηλίου Σαραπίωνος τοῦ καὶ Διονυσοθέωνος Αὐρηλίῳ Ὡρείωνι …ἀπαιτητῇ ἀννώνας ἄνω τοπαρχίας τῷ φιλτάτῳ χαίρειν. ἔχω παρʼ ἐμαυτῷ …μ… ἐπὶ τῆς ἄνω τοπαρχίας τοῦ Ὀξυρυγχίτου νομοῦ εἰς λόγον ἀννώνης πυροῦ ἀρτάβας τεσσαράκοντα τέσσαρας, γίνονται -μδ καὶ κριθῆς ἀρτάβην μίαν ἥμισυ τέταρτον χοίνικας δύο γίνεται -α 𐅵δ χοίνικες β, ἃς καὶ παραδώσω τοῖς ἐπιστελλομένοις εἰς τοῦτο παρὰ σοῦ καὶ γράμματά σοι ἐποίσω εἰς ὄνομά σου. κύρια τὰ γράμματα ἁπλᾶ γραφέντα …υ Αὐρηλίου Σαραπίωνος τοῦ καὶ Διονυσοθέωνος καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους γ τῶν κυρίων ἡμῶν Γάλλου καὶ Οὐολουσιανοῦ Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν, Θὼθ δ.