Ancient Greek
SB 22 15325
Documentary Papyri, SB 22 15325
Not analysed yet
……στρατιώτης σπείρης τρίτης Ἰτουραίων ἑκατονταρχίας ……χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ ἀργυρίου κεφαλαίου δραχμὰς διακοσίας πεντήκοντα, γίνονται ἀργυρίου δραχμαὶ σν, τόκου δραχμιαίου τῇ μνᾷ κατὰ μῆνα ἕκαστον, ὧν καὶ τὴν ἀπόδοσιν ποιήσομαι μηνὶ …τοῦ ἐνεστῶτος ἑκκαιδεκάτου ἔτους Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου. ἐὰν δὲ μὴ ἀποδῶ ἐντὸς τῆς προθεσμίας ἔσται ἡ πρᾶξις ἔκ τε ἐμοῦ καὶ τῶν ὑπαρχόντων μοι πάντων παντοίων καθάπερ ἐκ δίκης. κύριον τὸ χειρόγραφον ὡς ἐν δημοσίῳ κατακεχωρισμένον καὶ γραφὲν χωρὶς ἀλείφατος καὶ ἐπιγραφῆς. ἔτους ιϛ Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, …. τοῦτο δὲ βουλόμενος ἐν δημοσίῳ γενέσθαι ἀξιῶ ἀναλαβόντας αὐτὸ παρὰ τοῦ διεσταλμένου ὑπʼ ἐμοῦ …ὑπογεγραμμένου ὑπʼ αὐτοῦ περὶ τοῦ εἶναι αὐτὸ ἰδιόγραφον τοῦ Μάρκου Σεμπρωνίου Σερήνου, ἔχον δὲ καὶ τὴν περὶ τῆς παραθέσεως ὑπογραφήν μου, συγκαταχωρίσαι τῷδε τῷ ὑπομνήματι εἰς ἀμφοτέρας τὰς βιβλιοθήκας καὶ γράψαι τῷ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου στρατηγῷ μεταδοῦναι τῷ Σεμπρωνίῳ Σερήνῳ, ἐὰν περιῇ, εἰ δὲ μή, κληρονόμοις αὐτοῦ τελείοις, ὧν τὰ ὀνόματα ἐπὶ τῶν τόπων δηλωθήσεται, ὡς καθήκει, τούτου ἀντίγραφον, ἵνʼ εἰδῇ τὴν δημοσίωσιν καὶ ποιήσηταί μοι τὴν ἀπόδοσιν τῆν σν δραχμῶν ὡς καθήκει. ἔτους ιϛ Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου μηνὸς Καισαρείου ιδ. σεσημείωμαι Μεσορὴ ιδ.